Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.351 Joseph. AJ 6.356 (English) >>Joseph. AJ 6.361

6.354 δὴ καὶ προορώμενον εἰς τὸν τόπον ὃν ἔδωκεν αὐτῷ κατοικεῖν ἐκέλευον ἀποπέμπειν σὺν τοῖς ἑξακοσίοις ὁπλίταις· τοῦτον γὰρ εἶναι τὸν Δαυίδην, ὃν ᾄδουσιν αἱ παρθένοι πολλὰς μυριάδας Παλαιστίνων ἀπολέσαντα. ταῦτʼ ἀκούσας τῶν Γιττῶν βασιλεὺς καὶ καλῶς εἰρῆσθαι λογισάμενος καλέσας τὸν Δαυίδηνἐγὼ μέν, 6.355εἶπε, μαρτυρῶ σοι πολλὴν περὶ ἐμὲ σπουδὴν καὶ εὔνοιαν καὶ διὰ τοῦτό σε σύμμαχον ἐπηγόμην· οὐ δοκεῖ δὲ ταὐτὸ τοῖς στρατηγοῖς. ἀλλʼ ἄπιθι μεθʼ ἡμέραν εἰς ὃν ἔδωκά σοι τόπον μηδὲν ὑπονοῶν ἄτοπον, κἀκεῖ φύλασσέ μοι τὴν χώραν, μή τινες εἰς αὐτὴν τῶν πολεμίων ἐμβάλωσιν. 6.356ἔστι δὲ καὶ τοῦτο συμμαχίας μέρος.” καὶ Δαυίδης μέν, ὡς ἐκέλευσεν τῶν Γιττῶν βασιλεύς, ἧκεν εἰς Σίκελλαν. καθʼ ὃν δὲ καιρὸν ἐξ αὐτῆς συμμαχήσων τοῖς Παλαιστίνοις ἀπῆλθε τὸ τῶν Ἀμαληκιτῶν ἔθνος ἐπελθὸν αἱρεῖ τὴν Σίκελλαν κατὰ κράτος, καὶ ἐμπρήσαντες καὶ πολλὴν λείαν ἄλλην ἔκ τʼ αὐτῆς ἐκείνης καὶ τῆς ἄλλης τῶν Παλαιστίνων χώρας λαβόντες ἀνεχώρησαν. 6.357

Ἐκπεπορθημένην δὲ τὴν Σίκελλαν καταλαβὼν Δαυίδης καὶ διηρπαγμένα πάντα καὶ τὰς γυναῖκας τὰς ἑαυτοῦ, δύο γὰρ ἦσαν, καὶ τὰς γυναῖκας τῶν ἑταίρων σὺν τοῖς τέκνοις ᾐχμαλωτισμένας, περιρρήγνυται εὐθὺς τὴν ἐσθῆτα. 6.358κλαίων δὲ καὶ ὀδυρόμενος μετὰ τῶν φίλων ἐπὶ τοσοῦτον παρείθη τοῖς κακοῖς, ὥστε αὐτὸν ἐπιλιπεῖν ἤδη καὶ τὰ δάκρυα, κινδυνεῦσαι δὲ καὶ βληθεὶς ὑπὸ τῶν ἑταίρων ἀλγούντων ἐπὶ ταῖς αἰχμαλωσίαις τῶν γυναικῶν καὶ τῶν τέκνων ἀποθανεῖν· αὐτὸν γὰρ τῶν γεγονότων ᾐτιῶντο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.351 Joseph. AJ 6.356 (English) >>Joseph. AJ 6.361

Powered by PhiloLogic